Pap. London, British Library Pap 1803 A   (More information about the Object)
Publication No. P.Münch. I 4 + P.Münch. I 5 V + P.Lond. V 1726
Modern Title see data record 310316
Summary
   

Edition

R

1χμγ
2βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου καὶ μεγίστου
3εὐεργέτου Φλαυίου Τιβερίου Νέου Κωνσταντίνου
4τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκρά̣τορος ἔτους ἑβδόμου
5ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους τρίτου
6- ca.18 - ἰνδικτί̣ο̣ν̣ο̣ς̣ ἐ̣ν Συή̣νῃ̣.
7☧ Φλ(αυίος) Πατερμούθιος ἐκ πατρὸς Μηνᾶ το καὶ λεγο̣μένου Βῆννε̣
8μητρὸς -?- στρατιώτης τείρων ἀριθμο Συ̣ήνης καὶ ἀπὸ τῆς αὐτῆς
9Συήνης ὁρμώμενος ὁ καὶ ἑξῆς ὑπ̣ογραφέα παρέχω̣ν τὸν ὑπὲρ αὐτοῦ
10ὑπογράφοντα καὶ μάρτυρας -?- ̣ ̣ ̣ ̣η̣ ̣
11 -?- προσμαρτυροῦντας τῇδε τῇ ὠνιακῇ ἀσφα̣λείᾳ Αὐρηλίῳ Μήνᾳ υἱῷ
12Παύλου μητρὸς Σουσάννας ἀπὸ Ὄμβων ὁρμωμένῳ κα̣ὶ̣ τῇ τ̣ο̣ύ̣τοῦ σ̣υμ̣βίῳ
13 -?- θυγατρὶ -?- ̣ ̣ ̣λ̣ ̣ι̣ο̣[υ] ἐκ̣ μ̣ητρ̣ς̣ Ῥ̣αχὴ̣λ ἀ̣π̣ὸ Ὄμβω̣ν
14χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγ̣ραμ̣μέ̣ν̣ο̣ς̣ Πατερμούθιος
15ἑκὼν καὶ πεπεισμένος ἄνευπα̣ν̣τὸ̣ς̣ δό̣λ̣ου̣ κ̣αὶ φόβ̣ο̣υ κ̣αὶ -?-
1 ̣ ̣ ̣ ̣σ̣υ̣ναρπαγῆς ̣ ̣ ̣ ̣ ̣γν ̣ ̣ ̣ ̣
2- ca. 9 - κακοη̣θ̣ε̣ί̣α̣ς̣ κ̣αὶ παντὸς ἐλλαττόματος 1 l. ἐλαττώματος καὶ φαύλου διανοή-
3ματος ἀλλὰ ὀρθῷ σκοπῷ ἐλαυνόμενος ἅμα δὲ ἐπομωσάμενος 2l. ἐπομοσάμενος
4τὸν φρικτὸν καὶ σεβάσμιον ὅρκον κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου
5τριάδος καὶ νίκης καὶ διαμονῆς τῶν γαληνοτάτων ἡμῶν
6δεσποτῶν Φλαυίων Τιβερίου Κωνσταντίνου καὶ Αἰλίας Ἀναστασίας
7τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων πεπρακέναι
8ὑμῖν σήμερον καὶ καταγεγραφηκέναι νόμῳ πράσεως καὶ
9δεσποτικῷ δικαίῳ τὸ ὑπάρχον μοι πλοῖον ἀγριοχηνοπρη-
10μνὴς 3 l. ἀγριοχηνοπρυ|μνὲς ἔχον ἀγωγὴν ἀρταβῶν πεντακοσίων πλεοέλαττον
11ἑλληνικὸν φικοπήδαλον ἄσκηνον σεσα̣ν̣ιδωμένον
12ἀπὸ πρώρας μέχρι πρύμνης σὺν ἱστῷ καὶ κέρατι καὶ ἀρμένίῳ
13καὶ κώπαις καὶ ἀγκύρᾳ καὶ μολύβδων σιδηροῖς ὡσπερεὶ οὖσιν
14σὺν σχοινίων τε καὶ μαγκάνοις καὶ ξυλίναις μη̣χαναῖς καὶ λοιποῖς
15εἴδεσσι 4 l. εἴδεσι ἁπάσης ἐξαρτίας ἤτοι ὕλης ἀπὸ μεγάλου εἴδους μέχρι ἐλα-
16χίστου καὶ εὐτελοῦς τινος ἐλθὸν εἰς ἐμὲ ἀπὸ ἀγορασιαστικοῦ δικαίου
17παρὰ Κύρου Ἰσακίου ο κυβερνητης 5 l. τοῦ κυβερνήτου ἀπὸ Ἀπόλλονος ἄνω πρὸς τὴν δύναμιν τῶν
18δικαιωμάτων ἀκολούθως τῇ γεγενημένῃ μοι π̣ράσει ἥνπερ ὑμῖν ἐξεδό-
19μην εἰς πλειοτέραν ἀσφάλειαν, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωημένης 6 l. συμπεφω<ν>ημένης
20καὶ συναρεσάσης χρυσοῦ νομίσματα 7l. νομισμάτων δέκα καὶ ἐννέα διομοιρον 8 l. δίμοιρον
21ζυγῷ Συήνης γίνεται χρυσοῦ νομίσματα ιθ (ἥμισυ) ζυγῷ Συήνης, ἥνπερ τὴν τελείαν
22τιμὴν αὐτόθι ἀπέσχον παρʼ ὑμῶν τῶν ὠνουμένων ἐγὼ ὁ πεπρα-
23κὼς ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ χειρὸς ὑμῶν εἰς χεῖρά μου ἀριθμῷ
24καὶ σταθμῷ πλήρη τῆς αὐτῆς Συηνιτῶν πρὸς τῷ ὑμᾶς ἀπεντεῦθεν
25τοῦ προδεδηλουμένου 9 l. προδεδηλωμένου πλοίου ἤτοι ἀγριοχηνοπρημνης 10 l. ἀγριοχηνοπρυμνοῦς σὺν τῆς ἁπάσης
26α̣ὐ̣τ̣ο̣ῦ̣ ἐ̣ξαρτίας ἤτοι ὕλης κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν κα
27οἰκονομεῖν καὶ χρηματίζειν καὶ μετασχηματίζειν καὶ πωλεῖν καὶ
28μεταπωλεῖν καὶ ἀλλαγὰς ποιεῖν καὶ ἐκμισθοῦν καὶ φ̣ι̣λοκαλεῖν καὶ
29πλέειν καὶ ναυτίλεσθαι 11l. ναυτίλλεσθαι καὶ χαρίζεσθαι καὶ τέκνοις καὶ ἐγγόνοις
30διατάσσιν 12 l. διατάσσειν κτᾶσθαι χρᾶσθαι καὶ πάντα περὶ αὐτοῦ ποιεῖν καὶ 13 corr. ex οιαι
31πράττειν ἀκωλύτως 14 l. ἀκολούθως δὲ καὶ ἀνεμποδίστως. τὸν δὲ ἐπελευσόμενον
32ὑμῖν ἢ καὶ ἀντιποιησόμενον ἐκστήσω καὶ καθαροποιήσω
33ἰδίοις μου ἀναλώμασι. εἰ δὲ ἀσθενήσαιμι περὶ τὴν τοῦτου καθαρο-
34ποίησιν καὶ ἀποσώβησιν 15 l. ἀποσόβησιν, ἐφʼ ᾧ ἐμὲ παρασχεῖν τὴν ἐγκειμένην
35τιμὴν ἐν διπλῷ ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἐκ τῆς ἐμῆς
36ὑποστάσεως καὶ μηδὲν ἰσχύιν 16 l. ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων
37ταύτῃ τῇ παρούσῃ πράσει, ἀλλὰ πρὸς τῷ ἄκοντα ἐμμένειν
38αὐτῇ ὡς ἐν δημοσίῳ ἀρχείῳ γεγενημένῃ διὰ τὸ ἐμὲ ἀνάγκης
39ἢ βίας μὴ ἐπικειμένης ἢ ἀπ̣άτ̣η̣ς ἢ δόλου ἀλλὰ διὰ τὸ ἐμοὶ οὕτω
40δεδόχθαι πεπρακέναι σοι 17l. ὑμῖν τον 18 l. τὸ προγεγραμμένον πλοῖον καὶ
41ἀπεσχηκέναι με παρʼ ὑμῶν τὴν τελείαν τὴν ἐγκειμένην τιμὴν
42ἐν χρυσοῦ νομίσματι 19 l. νομίσμασι δέκα καὶ ἐννέα δίμοιρον ζυγῷ Συήνης.
43καὶ βεβαιῶ ὑμῖν τὴν πρᾶσιν πάσῃ βεβαιώσει καὶ εἰς ἀσφάλειαν
44ὑμῶν ἐθέμην ταύτην τὴν παροῦσαν 20corr. ex ̣ ̣ ̣ουσαν πρᾶσιν μεθʼ ὑπογραφῆς
45τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων
46καὶ ἐπερωτηθεὶς κατὰ πρόσωπον ταῦθʼ οὕτως ἔχειν ποιεῖν ἐμμένειν
47φυλάττειν ὡμόγησα 21l. ὡμο<λό>γησα, corr. ex σμογησα καὶ ἀπέλυσα †. (hand 2) † Φλαύιος Πατερμοῦθις ἐκ πατρὸς Μηνᾶ
48τοῦ καὶ Βῆννε στρατιώτης τείρων λεγεῶνος Συήνηςπροκείμενος πέπρακα τὸ ὑπάρχον μοι σκάφος ἀγωγῆς ἀρταβῶν
49πεντακοσίων πλεοέλαττον καὶ ἀπέσχον παρʼ ὑμῶν τὴν τελείαν τιμὴν ἐν χρυσοῦ νομίσμασι
50δέκα ἐννέα δίμοιρον ζυγῷ Συήνης καὶ βεβαιῶ ὑμῖν τὴν πρᾶσιν πάσῃ βεβαιώσει καὶ στοιχεῖ μοι
51πάντα ὡς πρόκειται †. Φλαύιος Μᾶρκος Ἄπα Δίου στρατιώτης ἀρ(ιθμοῦ) Σ̣υ̣ή̣νης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα
52μὴ εἰδότος †. (hand 3) Φλαύιος Ἁτρῆς Βίκτωρ στρατιώτης) ἀριθμοῦ Συήνης μαρτυρῶ τῇ πράσει ἀκούσας
53παρὰ τοῦ θεμένου. (hand 4) † Φλαύιος Θεόδορος 22 l. Θεόδωρος Κόμες στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †.
54(hand 5) † Φλαύιος Ἰωάννης υἱὸς Δίου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †.
55(hand 6) † Φλαύιος Παείων Δίου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †.
56(hand 7) † Φλαύιος Ἰωσὴφ Βίκτωρ στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ †.
57(hand 8) † Φλαύιος Ἰωάννης Πέτρου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †.
58(hand 9) † Φλαύιος Ἀβραὰμ Μουσαίου ἐσωμάτι̣σ̣α̣ †.

1 l. ἐλαττώματος
2 l. ἐπομοσάμενος
3 l. ἀγριοχηνοπρυ|μνὲς
4 l. εἴδεσι
5 l. τοῦ κυβερνήτου
6 l. συμπεφω<ν>ημένης
7 l. νομισμάτων
8 l. δίμοιρον
9 l. προδεδηλωμένου
10 l. ἀγριοχηνοπρυμνοῦς
11 l. ναυτίλλεσθαι
12 l. διατάσσειν
13 corr. ex οιαι
14 l. ἀκολούθως
15 l. ἀποσόβησιν
16 l. ἰσχύειν
17 l. ὑμῖν
18 l. τὸ
19 l. νομίσμασι
20 corr. ex ̣ ̣ ̣ουσαν
21 l. ὡμο<λό>γησα, corr. ex σμογησα
22 l. Θεόδωρος
V

59π̣ρ̣ᾶ̣σις πλοίου ἤτοι σκάφους ἀγριοχηνοπρήμνης 1 l. ἀγριοχη[ν]οπρύμνες πραθέντος παρὰ Φλαυίου Πατερμουθίου Μην
60τιμ χρυσοῦ νομισμάτων ιθ (ἥμισυ) ζυγῷ Συήνης.

1 l. ἀγριοχη[ν]οπρύμνες

Translation

 
  BLpapyrus_1803_R_001
Reserved Copyright  
 
TEI-XML-File https://p612399.webspaceconfig.de/xml/elephantine_erc_db_310343.tei.xml